Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.136 Dem. 20.139 (English) >>Dem. 20.142

20.138εἰ δὲ τοῦτο φεύξονται καὶ μὴ ʼθελήσουσι ποιεῖν, σκοπεῖτʼ, ἄνδρες Ἀθηναῖοι, εἰ καλῶς ὑμῖν ἔχει, τούτων ἕκαστος ὀκνεῖ τοὺς ἐχθροὺς ἀφαιρούμενος ὀφθῆναι, ταῦθʼ ὑμᾶς τοὺς εὐεργέτας ἀφῃρημένους φαίνεσθαι, καὶ τοὺς εὖ τι πεποιηκότας ὑμᾶς, οἷς οὐδεὶς ἂν ἐγκαλέσαι, νόμῳ τὰ δοθέντʼ ἀπολωλεκέναι διʼ ὑμῶν ἁθρόους, παρόν, εἴ τις ἄρʼ ἐστὶν ἀνάξιος, εἷς δύʼ πλείους, γραφῇ διὰ τούτων ταὐτὸ τοῦτο παθεῖν κατʼ ἄνδρα κριθέντας. ἐγὼ μὲν γὰρ οὐχ ὑπολαμβάνω ταῦτα καλῶς ἔχειν οὐδέ γʼ ἀξίως ὑμῶν.

20.139Σκοπῶ δὲ καὶ τοῦτο. Καὶ μὴν οὐδʼ ἐκείνου γʼ ἀποστατέον τοῦ λόγου, ὅτι τῆς μὲν ἀξίας, ὅτʼ ἐδώκαμεν, ἦν δίκαιον τὴν ἐξέτασιν λαμβάνειν, ὅτε τούτων οὐδεὶς ἀντεῖπεν, μετὰ ταῦτα δʼ ἐᾶν, εἴ τι μὴ πεπόνθαθʼ ὑπʼ αὐτῶν ὕστερον κακόν. εἰ δʼ οὗτοι τοῦτο φήσουσι (δεῖξαι μὲν γὰρ οὐκ ἔχουσιν), δεῖ κεκολασμένους αὐτοὺς παρʼ αὐτὰ τἀδικήματα φαίνεσθαι. εἰ δὲ μηδενὸς ὄντος τοιούτου τὸν νόμον ποιήσετε κύριον, δόξετε φθονήσαντες, οὐχὶ πονηροὺς λαβόντες ἀφῃρῆσθαι. 20.140ἔστι δὲ πάντα μὲν ὡς ἔπος εἰπεῖν ὀνείδη φευκτέον, τοῦτο δὲ πάντων μάλιστʼ, ἄνδρες Ἀθηναῖοι. διὰ τί; ὅτι παντάπασι φύσεως κακίας σημεῖόν ἐστιν φθόνος, καὶ οὐκ ἔχει πρόφασιν διʼ ἣν ἂν τύχοι συγγνώμης τοῦτο πεπονθώς. εἶτα καὶ οὐδʼ ἔστιν ὄνειδος ὅτου πορρώτερόν ἐσθʼ ἡμῶν πόλις τοῦ φθονερὰ δοκεῖν εἶναι, ἁπάντων ἀπέχουσα τῶν αἰσχρῶν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.136 Dem. 20.139 (English) >>Dem. 20.142

Powered by PhiloLogic